Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.77 Joseph. AJ 1.82 (English) >>Joseph. AJ 1.86

1.80

Συνέβη δὲ τοῦτο τὸ πάθος κατὰ τὸ ἑξακοσιοστὸν ἔτος ἤδη Νώχου τῆς ἀρχῆς, ἐν μηνὶ δευτέρῳ Δίῳ μὲν ὑπὸ Μακεδόνων λεγομένῳ, Μαρσουάνῃ δʼ ὑπὸ Ἑβραίων· οὕτω γὰρ ἐν Αἰγύπτῳ τὸν ἐνιαυτὸν ἦσαν διατεταχότες. 1.81Μωυσῆς δὲ τὸν Νισᾶν, ὅς ἐστι Ξανθικός, μῆνα πρῶτον ἐπὶ ταῖς ἑορταῖς ὥρισε κατὰ τοῦτον ἐξ Αἰγύπτου τοὺς Ἑβραίους προαγαγών· οὗτος δʼ αὐτῷ καὶ πρὸς ἁπάσας τὰς εἰς τὸ θεῖον τιμὰς ἦρχεν, ἐπὶ μέντοι γε πράσεις καὶ ὠνὰς καὶ τὴν ἄλλην διοίκησιν τὸν πρῶτον κόσμον διεφύλαξε· τὴν δʼ ἐπομβρίαν ἄρξασθαί φησιν ἑβδόμῃ τοῦ προειρημένου μηνὸς καὶ εἰκάδι. 1.82χρόνος δὲ οὗτος ἀπὸ Ἀδάμου τοῦ πρώτου γεγονότος ἐτῶν ὑπῆρχε δισχιλίων διακοσίων ἑξηκονταδύο. ἀναγέγραπται δὲ χρόνος ἐν ταῖς ἱεραῖς βίβλοις σημειουμένων μετὰ πολλῆς ἀκριβείας τῶν τότε καὶ τὰς γενέσεις τῶν ἐπιφανῶν ἀνδρῶν καὶ τὰς τελευτάς. 1.83

Ἀδάμῳ μὲν τριακοστῷ ἤδη καὶ διακοσιοστῷ ἔτει γεγονότι παῖς Σῆθος γίνεται, ὃς ἐνακόσια καὶ τριάκοντα ἔτη ἐβίωσε. Σῆθος δὲ κατὰ πέμπτον καὶ διακοσιοστὸν ἔτος ἐγέννησεν Ἄνωσον, ὃς πέντε ζήσας ἔτη καὶ ἐνακόσια Καϊνᾷ τῷ παιδὶ τὴν τῶν πραγμάτων ἐπιμέλειαν δίδωσι τεκνώσας αὐτὸν περὶ ἐνενηκοστὸν καὶ ἑκατοστὸν ἔτος· οὗτος ἐβίωσεν ἔτη δώδεκα πρὸς τοῖς ἐνακοσίοις.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.77 Joseph. AJ 1.82 (English) >>Joseph. AJ 1.86

Powered by PhiloLogic